Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.22 Joseph. AJ 8.26 (English) >>Joseph. AJ 8.30

8.24τούτοις ἥσθη τοῖς αἰτήμασιν θεὸς καὶ τά τε ἄλλα πάνθʼ ὧν οὐκ ἐμνήσθη παρὰ τὴν ἐκλογὴν δώσειν ἐπηγγείλατο πλοῦτον δόξαν νίκην πολεμίων, καὶ πρὸ πάντων σύνεσιν καὶ σοφίαν οἵαν οὐκ ἄλλος τις ἀνθρώπων ἔσχεν οὔτε βασιλέων οὔτʼ ἰδιωτῶν, φυλάξειν τε καὶ τοῖς ἐκγόνοις αὐτοῦ τὴν βασιλείαν ἐπὶ πλεῖστον ὑπισχνεῖτο χρόνον, ἂν δίκαιός τε ὢν διαμένῃ καὶ πειθόμενος αὐτῷ καὶ τὸν πατέρα μιμούμενος ἐν οἷς ἦν ἄριστος. 8.25ταῦτα τοῦ θεοῦ Σολόμων ἀκούσας ἀνεπήδησεν εὐθὺς ἐκ τῆς κοίτης καὶ προσκυνήσας αὐτὸν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, καὶ πρὸ τῆς σκηνῆς μεγάλας ἐπιτελέσας θυσίας κατευωχεῖ τοὺς Ἰουδαίους ἅπαντας. 8.26

Ταύταις δὲ ταῖς ἡμέραις κρίσις ἐπʼ αὐτὸν ἤχθη δυσχερής, ἧς τὸ τέλος εὑρεῖν ἦν ἐπίπονον· τὸ δὲ πρᾶγμα περὶ οὗ συνέβαινεν εἶναι τὴν δίκην ἀναγκαῖον ἡγησάμην δηλῶσαι, ἵνα τοῖς ἐντυγχάνουσι τό τε δύσκολον τῆς κρίσεως γνώριμον ὑπάρξῃ, καὶ τοιούτων μεταξὺ πραγμάτων γενόμενοι λάβωσιν ὥσπερ ἐξ εἰκόνος τῆς τοῦ βασιλέως ἀγχινοίας τὸ ῥᾳδίως ἀποφαίνεσθαι περὶ τῶν ζητουμένων δυνηθῆναι. 8.27δύο γυναῖκες ἑταῖραι τὸν βίον ἧκον ἐπʼ αὐτόν, ὧν ἀδικεῖσθαι δοκοῦσα πρώτη λέγειν ἤρξατο· “οἰκῶ μέν, εἶπεν, βασιλεῦ, μετὰ ταύτης ἐν ἑνὶ δωματίῳ, συνέβη δʼ ἀμφοτέραις ἡμῖν ἐπὶ μιᾶς ἡμέρας ἀποτεκεῖν κατὰ τὴν αὐτὴν ὥραν ἄρρενα παιδία.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.22 Joseph. AJ 8.26 (English) >>Joseph. AJ 8.30

Powered by PhiloLogic